Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.96.1 | Hdt. 5.97.3 (English) | >>Hdt. 5.98.4 |
5.97.1
νομίζουσι δὲ ταῦτα καὶ διαβεβλημένοισι ἐς τοὺς Πέρσας , ἐν τούτῳ δὴ τῷ καιρῷ ὁ Μιλήσιος Ἀρισταγόρης , ὑπὸ Κλεομένεος τοῦ Λακεδαιμονίου ἐξελασθεὶς ἐκ τῆς Σπάρτης , ἀπίκετο ἐς Ἀθήνας · αὕτη γὰρ ἡ πόλις τῶν λοιπέων ἐδυνάστευε μέγιστον . ἐπελθὼν δὲ ἐπὶ τὸν δῆμον ὁ Ἀρισταγόρης ταὐτὰ ἔλεγε τὰ καὶ ἐν τῇ Σπάρτῃ περὶ τῶν ἀγαθῶν τῶν ἐν τῇ Ἀσίῃ καὶ τοῦ πολέμου τοῦ Περσικοῦ , ὡς οὔτε ἀσπίδα οὔτε δόρυ νομίζουσι εὐπετέες τε χειρωθῆναι εἴησαν .
5.97.2 ταῦτά τε δὴ ἔλεγε καὶ πρὸς τοῖσι τάδε , ὡς οἱ Μιλήσιοι τῶν Ἀθηναίων εἰσὶ ἄποικοι , καὶ οἰκός σφεας εἴη ῥύεσθαι δυναμένους μέγα · καὶ οὐδὲν ὅ τι οὐκ ὑπίσχετο οἷα κάρτα δεόμενος , ἐς ὃ ἀνέπεισε σφέας . πολλοὺς γὰρ οἶκε εἶναι εὐπετέστερον διαβάλλειν ἢ ἕνα , εἰ Κλεομένεα μὲν τὸν Λακεδαιμόνιον μοῦνον οὐκ οἷός τε ἐγένετο διαβάλλειν , τρεῖς δὲ μυριάδας Ἀθηναίων ἐποίησε τοῦτο .
5.97.3 Ἀθηναῖοι μὲν δὴ ἀναπεισθέντες ἐψηφίσαντο εἴκοσι νέας ἀποστεῖλαι βοηθοὺς Ἴωσι , στρατηγὸν ἀποδέξαντες αὐτῶν εἶναι Μελάνθιον ἄνδρα τῶν ἀστῶν ἐόντα τὰ πάντα δόκιμον · αὗται δὲ αἱ νέες ἀρχὴ κακῶν ἐγένοντο Ἕλλησί τε καὶ βαρβάροισι .
ch. 98
5.98.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.96.1 | Hdt. 5.97.3 (English) | >>Hdt. 5.98.4 |